Ορφικός ύμνος Ωκεανού (θυμίαμα αρώματα)


«Τον Ωκεανό καλώ, τον άφθιτο πατέρα, τον αιέν εόντα, την γένεσιν των αθάνατων θεών και των θνητών ανθρώπων, ο οποίος περικυμαίνει τον περιτέρμονα κύκλο της γαίας, εκ του οποίου πηγάζουν πάντες οι ποταμοί και πάσα θάλασσα και οι χθόνιες πηγόρρυτες αγνές ικμάδες της γαίας. Άκουσε, μακάριε, πολύολβε, μέγιστο άγνισμα των θεών, φίλο τέρμα της γαίας, αρχή του πόλου, υγροκέλευθε, ας έλθεις με ευμένεια προς τους μύστες αιεί κεχαρημένος.»

Ὠκεανὸν καλέω, πατέρ᾽ ἄφθιτον, αἰὲν ἐόντα, ἀθανάτων τε θεῶν γένεσιν θνητῶν τ᾽ ἀνθρώπων, ὃς περικυμαίνει γαίης περιτέρμονα κύκλον· ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ χθόνιοι γαίης πηγόρρυτοι ἰκμάδες ἁγναί. κλῦθι, μάκαρ, πολύολβε, θεῶν ἅγνισμα μέγιστον, τέρμα φίλον γαίης, ἀρχὴ πόλου, ὑγροκέλευθε, ἔλθοις εὐμενέων μύσταις κεχαρημένος αἰεί.