Ορφικός ύμνος Τριετήρικου (θυμίαμα αρώματα)


«καλώ εσένα, μακάριε, πολυώνυμε, μανικέ, ταυρόκερε, ληναίε, πυρίσπορε, Νύσιε, λυσιε, μηροτραφή, λικτίτα, πυριπόλε & τελετάρχα, νυκτέριε, Ευβουλέα, μιτρηφόρε, θυρσοτινάκτα, όργιο άρρητον, τριφυή, κρύφιον Διός έρνος, πρωτόγονε, Ηρικεπαίε, θεών πάτερ κα ιυιέ, σκηπτούχε, που μανιάζης με χορούς, ηγέτη των κώμων, που βακχεύεις με τις άγιες & γαλήνιες τριετηρίδες, ρηξίχθων, πυριφεγγές, επάφριε, κούρε διμάτωρ, ουρεσιφοίτα, κερώς, νεβριδοστόλε, αμφιέτηρε, Παιάνα, χρυσεγχής, υποκόλπιε, βοτρυόκοσμε, Βασσαρέα, κισσοχαρή, πολυπάρθενε & διάκοσμε, έλθε μάκαρ στους μύστες δυνατός & κεχαρημένος αεί.»

Κικλήσκω σε, μάκαρ, πολυώνυμε, † μανικέ, Βακχεῦ, ταυρόκερως, ληναῖε, πυρίσπορε, Νύσιε, λυσεῦ, μηροτρεφής, λικνῖτα, † πυριπόλε καὶ τελετάρχα, νυκτέρι᾽, Εὐβουλεῦ, μιτρηφόρε, θυρσοτινάκτα, ὄργιον ἄρρητον, τριφυές, κρύφιον Διὸς ἔρνος, πρωτόγον᾽, Ἠρικεπαῖε, θεῶν πάτερ ἠδὲ καὶ υἱέ, ὠμάδιε, σκηπτοῦχε, χοροιμανές, ἁγέτα κώμων, βακχεύων ἁγίας τριετηρίδας ἀμφὶ γαληνάς, ῥηξίχθων, πυριφεγγές, † ἐπάφριε, κοῦρε διμάτωρ,   οὐρεσιφοῖτα, κερώς, νεβριδοστόλε, ἀμφιέτηρε, Παιὰν χρυσεγχής, † ὑποκόλπιε, βοτρυόκοσμε, Βάσσαρε, κισσοχαρής, † πολυπάρθενε καὶ διάκοσμε † ἐλθέ, μάκαρ, μύσταισι βρύων κεχαρημένος αἰεί.