Ορφικός ύμνος Τηθύος (θυμίαμα λιβανομάνναν)


«Του Ωκεανού καλώ την νύμφην, την γλαυκώπιδα Τηθύν, την κυανόπεπλη άνασσα, που κυματίζει εύτροχα, που πατάσσει ηδύπνοες αύρες περί την γαίαν. Που θραύεις στους αιγιαλούς πέτρες και μακρά κύματα, που είσαι γαλήνια στους εύδρομους απαλούς δρόμους, που αγάλλεσαι με τα πλοία, θηροτρόφε, υγροκέλευθε, μητέρα της Κυπρίδος, μητέρασκοτεινών νεφών και του πλήθους των νημφών κάθε πηγής που ρέει. Άκουσέ με, ω πολύσεμνη, και να είσαι ευμενής επαρωγός μακάρια, πέμποντας στα πλοία εύδρομον ούριον.»

Ὠκεανοῦ καλέω νύμφην, γλαυκώπιδα Τηθύν, κυανόπεπλον ἄνασσαν, ἐύτροχα κυμαίνουσαν, αὔραις ἡδυπνόοισι πατασσομένην περὶ γαῖαν. θραύουσ᾽ αἰγιαλοῖσι πέτρηισί τε κύματα μακρά, εὐδίνοις ἁπαλοῖσι γαληνιόωσα δρόμοισι, ναυσὶν ἀγαλλομένη, θηροτρόφε, ὑγροκέλευθε, μήτηρ μὲν Κύπριδος, μήτηρ νεφέων ἐρεβεννῶν καὶ πάσης πηγῆς νυμφῶν νασμοῖσι βρυούσης· κλῦθί μου, ὦ πολύσεμνε, καὶ εὐμενέουσ᾽ ἐπαρήγοις, εὐθυδρόμοις οὖρον ναυσὶν πέμπουσα, μάκαιρα.