Ορφικός ύμνος Λικνήτου (θυμίαμα μάνναν)


«Τον Λικτίτην Διόνυσον με τούτες τις ευχές καλώ, τον αμφιθαλή Νύσιον, τον πεποθημένο, τον εύφρονα Βάκχο, το εραστόν έρνος των Νυμφών και της ευστέφανης Αφροδίτης, που κάποτε έπαλε βήματα χορών στους δρυμούς μαζί με τις Νύμφες ερχόμενος με χαρούμενη μανία, και με τις βουλές του Διός αφού οδηγήθηκε προς την αγαυή Περσεφόνη εξετράφη φίλος των αθανάτων θεών. Έλθε, εύφρωνα, μακάριε, και δέξου τα κεχαρισμένα ιερά.»

Λικνίτην Διόνυσον ἐπευχαῖς ταῖσδε κικλήσκω, Νύσιον ἀμφιθαλῆ, πεποθημένον, εὔφρονα Βάκχον, νυμφῶν ἔρνος ἐραστὸν ἐυστεφάνου τ᾽ Ἀφροδίτης,   ὅς ποτ᾽ ἀνὰ δρυμοὺς κεχορευμένα βήματα πάλλες σὺν νύμφαις † χαρίεσσιν ἐλαυνόμενος μανίηισι, καὶ βουλαῖσι Διὸς πρὸς ἀγαυὴν Φερσεφόνειαν ἀχθεὶς ἐξετράφης φίλος ἀθανάτοισι θεοῖσιν. εὔφρων ἐλθέ, μάκαρ, κεχαρισμένα δ᾽ ἱερὰ δέξαι.