Ορφικός ύμνος εις Αφροδίτην


«Ουρανία, πολύυμνη, φιλομμειδής Αφροδίτη, ποντογενής, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή, νυκτέρια ζεύκτειρα, δολοπλόκα μητέρα της Ανάγκης. Γιατί τα πάντα είναι από εσένα, καθώς υπέζευξες τον Κόσμο και κρατείς τις τρείς Μοίρες, γεννάς δε τα πάντα, όσα είναι στον ουρανό και στην πολύκαρπη γη και στον πόντο και στον βυθό, σεμνή του Βάκχου πάρεδρε, που τέρπεσε με τα θάλη, γαμοστόλε μητέρα των Ερώτων, Πειθώ λεκτροχαρής, κρυφία, χαριδώτι, φαινομένη και αφανής, ερατοπλόκαμε, ευπάτειρα, νυμφιδία σύνδαιτι θεών, σκηπτούχε, λύκαινα, γεννοδότειρα, φίλανδρε, ποθειτότατη, βιοδώτη, που έζευξες τους βροτούς με αχαλίνωτους ανάγκες και τα πολλά φύλα των ερωτωμανών θηρίων με φίλτρα. Έλα, Κυπρογενές θείον γένος, είτε είσαι εν τω Ολύμπω, θεά βασίλεια, φανερώνοντας καλώ πρόσωπο, είτε αμφιπολεύεις στον θρόνο της ευλιβάνου Συρίας, είτε εσύ με χρυσότευκτα άρματα κατέχεις το γονιμώδει λουτρά στα πεδία της ιερής Αιγύπτου, είτε με κυκνοσειρόμενα άρματα ερχόμενη χαίρεσαι με τους κυκλικούς χορούς των κητών στο πόντιο κύμα, είτε με νύμφες τέρπεσαι στις θίνες του Διός Χθονίου με σιωπηλά άλματα σε αμμώδη αιγιαλούς, είτε στην Κύπρο, άνασσα, οι τροφοί σου, μαζί ωραίες παρθένες και άδμητες νύμφες ανα πάντα ενιαυτό υμνούν, εσέ, μακάρια, και τον άμβροτο αγνό Άδωνι. Έλα, μακάρια θεά που έχεις πολύ επέραστο είδος. Γιατί σε καλώ με σεμνή ψυχή και άγιους λόγους.»

Οὐρανία, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη, ποντογενής, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή, νυκτερία ζεύκτειρα, δολοπλόκε μῆτερ Ἀνάγκης· πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ <τε> κόσμον καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾶις δὲ τὰ πάντα, ὅσσα τ᾽ ἐν οὐρανῶι ἐστι καὶ ἐν γαίηι πολυκάρπωι ἐν πόντου τε βυθῶι {τε}, σεμνὴ Βάκχοιο πάρεδρε, τερπομένη θαλίαισι, γαμοστόλε μῆτερ Ἐρώτων, Πειθοῖ λεκτροχαρής, κρυφία, χαριδῶτι, φαινομένη, {τ᾽} ἀφανής, ἐρατοπλόκαμ᾽, εὐπατέρεια,   νυμφιδία σύνδαιτι θεῶν, σκηπτοῦχε, λύκαινα, γεννοδότειρα, φίλανδρε, ποθεινοτάτη, βιοδῶτι, ἡ ζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις καὶ θηρῶν πολὺ φῦλον ἐρωτομανῶν ὑπὸ φίλτρων· ἔρχεο, Κυπρογενὲς θεῖον γένος, εἴτ᾽ ἐν᾽ Ὀλύμπωι ἐσσί, θεὰ βασίλεια, καλῶι γήθουσα προσώπωι, εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις, εἴτε σύ γ᾽ † ἐν πεδίοισι † σὺν ἅρμασι χρυσεοτεύκτοις Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά, ἢ καὶ κυκνείοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα ἐρχομένη χαίρεις κητῶν κυκλίαισι χορείαις, ἢ νύμφαις τέρπηι κυανώπισιν ἐν χθονὶ Δίηι † θῖνας ἐπ᾽ αἰγιαλοῖς ψαμμώδεσιν ἅλματι κούφωι· εἴτ᾽ ἐν Κύπρωι, ἄνασσα, τροφῶι σέο, ἔνθα καλαί τε παρθένοι ἄδμηται νύμφαι τ᾽ ἀνὰ πάντ᾽ ἐνιαυτὸν ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν. ἐλθέ, μάκαιρα θεά μάλ᾽ ἐπήρατον εἶδος ἔχουσα· ψυχῆι γάρ σε καλῶ σεμνῆι ἁγίοισι λόγοισιν.