Ορφικός ύμνος Ήρας (θυμίαμα αρώματα)


«Σε κυανούς κόλπους καθήμενη, αερόμορφη, Ήρα παμβασίλεια, μακάριε σύζυγε του Διός. Εσύ που χαρίζεις στους θνητούς προσηνείς ψυχοτρόφους αύρες, όμβρων μεν μήτηρ, ανέμων τροφέ, παντογένελθε. Χωρίς εσένα ουδέν θα εγνώριζε την φύση της ζωής, κοινωνείς με τα πάντα κεκραμένη με τον σεμνό αήρ. Στα πάντα κρατείς μόνη και στα πάντα ανάσσεις τινασσόμενη με αέρια κύματα κaτά ρεύμα. Αλλά, μακάρια θεά, πολυώνυμε, παμβασίλεια, ας έλθεις ευμενής, με ωραίο χαρούμενο πρόσωπο.»

Κυανέοις κόλποισιν ἐνημένη, ἀερόμορφε, ῞Ηρα παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα, ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς, ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε· χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω· κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῶι· πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ᾽ ἀνάσσεις ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα. ἀλλά, μάκαιρα θεά, πολυώνυμε, παμβασίλεια, ἔλθοις εὐμενέουσα καλῶι γήθοντι προσώπωι.