Ύβρις προς ικέτες, ξένους, ομόγνοιους & ορφανά : η εξ αυτής προκαλούμενη των Θεών μήνις


6363597-9597585.jpg

κεφάλαια μελέτης

  1. Ύβρις προς ικέτες & ορφανά
  2. Ύβρις προς ξένους
  3. Ύβρις προς ομόγνοιους(δια αίματος συγγενείς)
  4. Ενδοοικογενειακή βία : ύβρις προς ικέτη & ομόγνοιο
  5. Μήνις Θεών
  6. Ύβρις μοιχείας
  7. Ύβρις προς γονείς-προγόνους
  8. Ύβρις προς ικέτη στα Ομηρικά έπη
  9. Καθαρμοί
  10. Παλαιά μιάσματα – κνώδαλα βροτοφθώρα
  11. Ο Επιμενίδης ο Κρής και το Κυλώνειο άγος
  12. Προβληματισμοί και ερωτήματα
  13. Η ανθρωπότητα ως ολότητα
  14. Αιώνιο προς την ανθρωπότητα μήνυμα

 

«Ζες τεν τ καστ πιδρκεται, οδ μιν νδρες λθομεν μπεδον ο τε θεουδες †οδ δκαιοι[1]

«τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων, [οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ᾽ αἶαν,] πλουτοδόται·»[2]

<<Τὰ δὲ μέσα γένη κρίσεως ἔφορα τυγχάνει· συμβουλεύει τε ἃ δεῖ ποιεῖν καὶ τίνων ἀπέχεσθαι προσήκει, καὶ πρὸς μὲν τὰ δίκαια ἔργα συναίρεται, διακωλύει δὲ τὰ ἄδικα, πολλούς τε τῶν ἐπιχειρούντων ἀφαιρεῖσθαί τι τῶν ἀλλοτρίων παρὰ δίκην ἢ λυμαίνεσθαί τινα πλημμελῶς ἢ ἀπολλύναι, αὐτοὺς ἐποίησε παθεῖν ταῦτα οἷα ἄλλους διενοοῦντο ἐργάζεσθαι.>>[3]

«Ὄμμα Δίκης μέλπω πανδερκέος, ἀγλαομόρφου, ἣ καὶ Ζηνὸς ἄνακτος ἐπὶ θρόνον ἱερὸν ἵζει οὐρανόθεν καθορῶσα βίον θνητῶν πολυφύλων, τοῖς ἀδίκοις τιμωρὸς ἐπιβρίθουσα δικαία, ἐξ ἰσότητος ἀληθείαι συνάγουσ᾽ ἀνόμοια· πάντα γάρ, ὅσσα κακαῖς γνώμαις θνητοῖσιν ὀχεῖται δύσκριτα, βουλομένοις τὸ πλέον βουλαῖς ἀδίκοισι, μούνη ἐπεμβαίνουσα δίκην ἀδίκοις ἐπεγείρεις· ἐχθρὰ τῶν ἀδίκων, εὔφρων δὲ σύνεσσι δικαίοις. ἀλλά, θεά, μόλ᾽ ἐπὶ γνώμαις ἐσθλαῖσι δικαία, ὡς ἂν ἀεὶ βιοτῆς τὸ πεπρωμένον ἦμαρ ἐπέλθοι.»[4]

«Δικαιοσύνης, θυμίαμα λίβανον.Ὦ θνητοῖσι δικαιοτάτη, πολύολβε, ποθεινή, ἐξ ἰσότητος ἀεὶ θνητοῖς χαίρουσα δικαίοις, πάντιμ᾽, ὀλβιόμοιρε, Δικαιοσύνη μεγαλαυχής, ἣ καθαραῖς γνώμαισ<ιν> ἀεὶ τὰ δέοντα βραβεύεις, ἄθραυστος τὸ συνειδὸς ἀεί· θραύεις γὰρ ἅπαντας, ὅσσοι μὴ τὸ σὸν ἦλθον ὑπὸ  ζυγόν, † ἀλλ᾽ ὑπὲρ αὐτοῦ † πλάστιγξι βριαραῖσι παρεγκλίναντες ἀπλήστως· ἀστασία<σ>τε, φίλη  πάντων, φιλόκωμ᾽, ἐρατεινή, εἰρήνηι χαίρουσα, βίον ζηλοῦσα βέβαιον· αἰεὶ γὰρ τὸ πλέον στυγέεις, ἰσότητι δὲ χαίρεις· ἐν σοὶ γὰρ σοφίη ἀρετῆς τέλος ἐσθλὸν ἱκάνει. κλῦθι, θεά, κακίην θνητῶν θραύουσα δικαίως, ὡς ἂν ἰσορροπίαισιν ἀεὶ βίος ἐσθλὸς ὁδεύοι θνητῶν ἀνθρώπων, οἳ ἀρούρης καρπὸν ἔδουσι, καὶ ζώιων πάντων, ὁπόσ᾽ ἐν κόλποισι τιθηνεῖ γαῖα θεὰ μήτηρ καὶ πόντιος εἰνάλιος Ζεύς.»[5]

Ευστάθιος Δ. Κεφάλας (Αμφικτύων) – 22/07/2015


[1]  Βλ., Απολώνιος Ρόδιος «Αργοναυτικά, βιβλίο β΄, στ. 1179 – 1180».

[2]  Βλ. Ησίοδος «Έργα και ημέρες, στ. 122 – 126».

[3] Βλ., Ιάμβλιχος «Περί Μυστηρίων, 4.1.17 – 4.1.28».

[4] Βλ., Ορφικός Ύμνος Δίκης.

[5]  Βλ. Ορφικός Ύμνος Δικαιοσύνης.

3 comments on “Ύβρις προς ικέτες, ξένους, ομόγνοιους & ορφανά : η εξ αυτής προκαλούμενη των Θεών μήνις

  1. […] Ύβρις προς ικέτες, ξένους, ομόγνοιους & ορφανά : η εξ α… […]

    Μου αρέσει!

  2. […] Ύβρις προς ικέτες, ξένους, ομόγνοιους & ορφανά : η εξ α… […]

    Μου αρέσει!

  3. […] Ύβρις προς ικέτες, ξένους, ομόγνοιους & ορφανά : η εξ α… […]

    Μου αρέσει!

Τα σχόλια είναι απενεργοποιημένα.