Τοῦ Ψελλοῦ ἐξήγησις τῶν Χαλδαϊκῶν ῥητῶν


       Opuscula psychologica, theologica, daemonologica 126.15t ` to     Opuscula psychologica, theologica, daemonologica 127.23

 Χαλδαϊκὸν λόγιον. ἔστι καὶ εἰδώλῳ μερὶς εἰς τόπον ἀμφιφάοντα.

Ἐξήγησις τοῦ ῥητοῦ. εἴδωλα λέγεται παρὰ τοῖς φιλοσόφοις τὰ συμφυῆ μὲν τοῖς κρείττοσιν, ἐλάττονα δὲ ἐκείνων τυγχάνοντα· οἷον συμφυὴς ὁ νοῦς τῷ θεῷ καὶ τῷ νῷ ἡ λογικὴ ψυχὴ καὶ τῇ λογικῇ ψυχῇ ἡ ἄλογος καὶ τῇ ἀλόγῳ ψυχῇ ἡ φύσις καὶ τῇ φύσει τὸ σῶμα καὶ τῷ σώματι ἡ ὕλη. εἴδωλον οὖν τοῦ μὲν θεοῦ ὁ νοῦς, τοῦ δὲ νοῦ ἡ λογικὴ ψυχή, τῆς δὲ λογικῆς ψυχῆς ἡ ἄλογος, τῆς δὲ ἀλόγου ἡ φύσις, τῆς δὲ φύσεως τὸ σῶμα, τοῦ δὲ σώματος ἡ ὕλη. ἐνταῦθα δὲ τὸ Χαλδαϊκὸν λόγιον εἴδωλόν φησι τὴν ἄλογον ψυχὴν τῆς λογικῆς. συμφυὴς γὰρ αὐτῇ ἐν τῷ ἀνθρώπῳ καὶ χείρων ἐκείνης. καί φησιν ὅτι καὶ «εἰδώλῳ μερίς» ἐστιν «εἰς τόπον ἀμφιφάοντα»· τοῦτ᾽ ἔστιν· ἡ ἄλογος ψυχή, ἥτις ἐστὶν εἴδωλον τῆς λογικῆς ψυχῆς, καθαρθεῖσα δι᾽ ἀρετῆς ἐν τῷ βίῳ, ἄνεισιν εἰς τὸν ὑπὲρ σελήνην τόπον μετὰ τὴν διάλυσιν τῆς τοῦ ἀνθρώπου ζωῆς καὶ ἀποκληροῦται εἰς τόπον ἀμφιφαῆ, τοῦτ᾽ ἔστιν ἀμφοτέρωθεν φαίνοντα καὶ ὁλολαμπῆ. ὁ μὲν γὰρ ὑπὸ σελήνην τόπος ἀμφικνεφής ἐστι, τοῦτ᾽ ἔστιν ἀμφοτέρωθεν σκοτεινός, ὁ δὲ σεληνιακὸς ἑτεροφαὴς ἢ ἑτεροκνεφής, τοῦτ᾽ ἔστι τῷ μὲν ἡμίσει μέρει λάμπων, τῷ δὲ ἡμίσει σκότους μεστός. καὶ γὰρ καὶ αὐτὴ ἡ σελήνη τοιαύτη ἐστί, τῷ ἡμίσει μέρει πεφωτισμένη καὶ τῷ ἡμίσει ἀφώτιστος. ὁ δὲ ὑπὲρ τὴν σελήνην τόπος ἀμφιφαής ἐστιν, ἤτοι διόλου πεφωτισμένος. λέγει οὖν τὸ λόγιον, ὅτι οὐ μόνον ἡ λογικὴ ψυχὴ ἀποκληροῦται εἰς τὸν ὑπὲρ σελήνην τόπον τὸν ἀμφιφαῆ, ἀλλὰ μερίς ἐστι καὶ τῷ εἰδώλῳ αὐτῆς, ἤτοι τῇ ἀλόγῳ ψυχῇ, εἰς τὸν ἀμφιφαῆ τόπον ἀποκληρωθῆναι, ὅταν διαυγὴς καὶ καθαρὰ ἐξέλθοι τοῦ σώματος. ὁ μὲν γὰρ Ἑλληνικὸς λόγος, ἀθάνατον τιθεὶς καὶ τὴν ἄλογον τοῦ ἀνθρώπου ψυχήν, μέχρι τῶν ὑπὸ σελήνην στοιχείων αὐτὴν ἀνάγει· τὸ δὲ Χαλδαϊκὸν λόγιον καθαῖρον αὐτὴν καὶ ὁμόφρονα ποιοῦν τῇ λογικῇ ψυχῇ, εἰς τὸν ἐπέκεινα τῆς σελήνης τόπον τὸν ἀμφιφαῆ ταύτην ἀποκαθιστᾷ.

       Opuscula psychologica, theologica, daemonologica 127.24 ` to     Opuscula psychologica, theologica, daemonologica 128.17

Χαλδαϊκὸν λόγιον. μηδὲ τὸ τῆς ὕλης σκύβαλον κρημνῷ καταλείψῃς.  

Ἐξήγησις. ὕλης σκύβαλόν φησι τὸ λόγιον τὸ τοῦ ἀνθρώπου σῶμα τὸ ἐκ τεττάρων στοιχείων συγκείμενον καὶ ὥσπερ ἐν διδασκαλίας λόγῳ καὶ παραινέσεώς φησι πρὸς τὸν διδασκόμενον, ὅτι «μὴ μόνον τὴν ψυχήν σου πρὸς τὸν θεὸν μετεώρισον καὶ τῆς βιωτικῆς συγχύσεως ὑπερτέραν ποίησον, ἀλλ᾽, εἰ δυνατόν, μηδὲ αὐτὸ τὸ σῶμα ὅπερ ἠμφίεσαι καὶ ὅπερ σκύβαλόν ἐστι τῆς ὕλης, τοῦτ᾽ ἔστι πρᾶγμά τι ἀπερριμμένον καὶ καταπεφρονημένον καὶ ὕλης παίγνιον, εἰς τὸν περίγειον καταλείψῃς κόσμον». κρημνὸν γὰρ τὸν ἐνταῦθα τόπον ὀνομάζει τὸ λόγιον. ὥσπερ γὰρ ἀπὸ μετεώρου τόπου τοῦ οὐρανοῦ ἡ φύσις ἡμῶν ἐνταῦθα κατακρημνίζεται. παραινεῖ οὖν ἵνα καὶ αὐτὸ τὸ σῶμα, ὅπερ φησὶν «ὕλης σκύβαλον», πυρὶ θείῳ ἐκδαπανήσωμεν ἢ ἀπολεπτύναντες εἰς αἰθέρα κουφίσωμεν ἢ μετεωρισθῶμεν ὑπὸ θεοῦ εἰς τόπον ἄυλον καὶ ἀσώματον, ἢ ἐνσώματον μὲν αἰθέριον δὲ ἢ οὐράνιον· οὗ δὴ τετύχηκεν ὅ τε Θεσβίτης Ἡλίας καὶ πρὸ τούτου Ἐνώχ, μετατεθέντες ἀπὸ τῆς ἐνταῦθα ζωῆς καὶ εἰς θειοτέραν λῆξιν ἀποκαταστάντες καὶ «μηδὲ τὸ τῆς ὕλης σκύβαλον», ἤτοι τὸ ἑαυτῶν σῶμα, «κρημνῷ» καταλείψαντες. κρημνὸς δέ ἐστιν, ὥσπερ εἰρήκαμεν, ὁ περίγειος τόπος.

Τὸ δὲ τοιοῦτον δόγμα εἰ καὶ θαυμάσιόν ἐστι καὶ ὑπερφυές, ἀλλ᾽ οὐκ ἐπὶ τῷ ἡμετέρῳ βουλήματι ἢ δυνάμει ἡ δαπάνη κεῖται τοῦ σώματος καὶ ἡ πρὸς τὸν θειότερον τόπον μετάστασις· μόνης δὲ τῆς θείας ἤρτηται τὸ πρᾶγμα χάριτος τῆς τῷ ἀπορρήτῳ πυρὶ τὴν ὕλην ἐκδαπανώσης τοῦ σώματος καὶ τὴν ἐμβριθῆ καὶ γεώδη φύσιν ὀχήματι πυρίνῳ μετεωριζούσης εἰς οὐρανόν.

       Opuscula psychologica, theologica, daemonologica 128.18 ` to     Opuscula psychologica, theologica, daemonologica 129.16

Χαλδαϊκὸν λόγιον. μὴ ἐξάξῃς, ἵνα μὴ ἐξίῃ ἔχουσά τι.   

Ἐξήγησις. τοῦτο τὸ λόγιον καὶ Πλωτῖνος ἐν τῷ Περὶ εὐλόγου ἐξαγωγῆς τίθησιν. ἔστι δ᾽ ὁ λόγος παραίνεσις ὑπερφυής τε καὶ ὑπερήφανος. φησὶ γὰρ μηδέν τι τὸν ἄνθρωπον πραγματεύεσθαι περὶ τὴν ἐξαγωγὴν τῆς ψυχῆς, μηδὲ φροντίζειν πῶς ἂν ἐξέλθοι τοῦ σώματος, ἀλλὰ τῷ φυσικῷ λόγῳ τῆς διαλύσεως παραχωρεῖν. αὐτὸ γὰρ τὸ ἐμμέριμνον εἶναί τινα περὶ τῆς τοῦ σώματος λύσεως καὶ τῆς ἐντεῦθεν ἐξαγωγῆς τῆς ψυχῆς μετάγει τὸν νοῦν ἀπὸ τῶν κρειττόνων καὶ ἀπασχολεῖ περὶ τὴν τοιαύτην φροντίδα, ἔνθεν τοι οὐδὲ καθαίρεται τελεώτατα ἡ ψυχή. ἀσχολουμένοις οὖν ἡμῖν περὶ τὴν διάλυσιν, ἐὰν τηνικαῦτα ὁ θάνατος παραγένηται, οὐκ ἐλευθέρα παντάπασιν ἔξεισιν ἡ ψυχὴ ἀλλ᾽ ἔχουσά τι τῆς ἐμπαθεστέρας ζωῆς.   129  πάθος γὰρ ὁρίζεται ὁ Χαλδαῖος τὸ φροντίζειν περὶ τοῦ σώματος τὸν ἄνθρωπον. «δεῖ γάρ» φησί «μηδενὸς ἑτέρου φροντίζειν ἢ τῶν κρειττόνων ἐλλάμψεων, μᾶλλον δὲ μηδὲ περὶ τούτων φροντίζειν, ἀλλ᾽ ἀφεικότα ἑαυτὸν ταῖς ἀναγούσαις ἡμᾶς ἀγγελικαῖς ἢ θειοτέραις δυνάμεσι καὶ τὰ τοῦ σώματος μύσαντα αἰσθητήρια, εἰπεῖν δὲ καὶ τὰ τῆς ψυχῆς, ἀπολυπραγμονήτως καὶ ἀνεννοήτως ἕπεσθαι τῷ καλοῦντι θεῷ.»  

Τινὲς δὲ ἁπλούστερον ἐξηγήσαντο τὸ παρὸν λόγιον· «μὴ ἐξάξῃς» γάρ φησιν, «ἵνα μὴ ἐξίῃ ἔχουσά τι»· τοῦτ᾽ ἔστι· μὴ προανέλῃς σαυτὸν τοῦ φυσικοῦ θανάτου, κἂν πάνυ πεφιλοσόφηκας· οὔπω γὰρ τῆς τελεωτάτης καθάρσεως ἔτυχες. ἔνθεν καὶ ἀφιπταμένη ἡ ψυχὴ τοῦ σώματος διὰ τῆς τοιαύτης ἐξαγωγῆς ἔχουσά τι τῆς θνητοειδοῦς ζωῆς ἔξεισιν. εἰ γὰρ καὶ ὡς ἐν φρουρᾷ τῷ σώματί ἐσμεν οἱ ἄνθρωποι, ὥς που δὴ καὶ Πλάτων εἴρηκεν ἐν ἀπορρήτοις λόγοις, τὴν ἄνω δόξαν μεμαθηκώς, ἀλλ᾽ οὐ δεῖ «ἑαυτὸν ἀποκτιννύναι τινὰ πρὶν ἂν ἀνάγκην θεὸς ἐπιπέμψῃ». καὶ κρείττων ἡ ἐξήγησις αὕτη τῆς προτέρας καὶ τῷ Χριστιανικῷ λόγῳ συμβαίνουσα.

       Opuscula psychologica, theologica, daemonologica 129.17 ` to     Opuscula psychologica, theologica, daemonologica 131.14

Χαλδαϊκὸν λόγιον.     μὴ τὰ πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου·    

οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί.    

μηδὲ μέτρει μέτρον ἠελίου κανόνας συναθροίσας·    

ἀιδίῳ βουλῇ φέρεται πατρός, οὐχ ἕνεκεν σοῦ.    

μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης.    

ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη.    

αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ᾽ ἀληθής,    

θυσιῶν σπλάγχνων τε τομαί· τάδ᾽ ἀθύρματα πάντα,    

ἐμπορικῆς ἀπάτης στηρίγματα. φεῦγε σὺ ταῦτα,   

μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν,    

ἔνθ᾽ ἀρετὴ σοφία τε καὶ εὐνομία συνάγονται.

Ἐξήγησις. ἀπάγει τὸν μαθητευόμενον ὁ Χαλδαῖος πάσης Ἑλληνικῆς σοφίας καὶ μόνῳ προσκολλᾷ, ὡς οἴεται, τῷ θεῷ. «μὴ τὰ πελώρια» γάρ φησι «μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί»· τοῦτ᾽ ἔστι· μηδὲ τὰ μεγάλα μέτρα τῆς γῆς πολυπραγμόνει τῇ σῇ φρενί, ὥσπερ οἱ γεωγράφοι ποιοῦσι καταμετροῦντες τὴν γῆν· σπέρμα γὰρ ἀληθείας οὐκ ἔστιν ἐν γῇ. «μηδὲ μέτρει» φησί «μέτρον ἠελίου κανόνας συναθροίσας· ἀιδίῳ βουλῇ φέρεται πατρός, οὐχ ἕνεκεν σοῦ»· τοῦτ᾽ ἔστι· μὴ ἀσχολοῦ περὶ ἀστρονομίαν μηδὲ καταμέτρει τὸν τοῦ ἡλίου δρόμον κανόσιν ἀστρονομικοῖς· οὐ γὰρ ἕνεκεν τῆς σῆς ζωῆς τὸν δρόμον ποιεῖται, ἀλλ᾽ ἀχρόνως κινεῖται κατὰ τὸ τοῦ θεοῦ βούλημα. «μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης»· τοῦτ᾽ ἔστι· τὸ τῆς σελήνης εὔτροχον κίνημα μὴ πολυπραγμόνει· τρέχει γὰρ αὕτη οὐ διὰ σέ, ἀλλ᾽ ὑπὸ κρείττονος ἀνάγκης ἀγομένη. «ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη»· τοῦτ᾽ ἔστιν· οἱ προηγούμενοι τῶν ἀπλανῶν ἀστέρων ἢ τῶν πλανωμένων οὐ χάριν σοῦ τὴν ὑπόστασιν ἔλαβον. «αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ᾽ ἀληθής»· τοῦτ᾽ ἔστιν· ἡ διὰ τῶν πετομένων ὀρνίθων ἐν τῷ ἀερὶ τέχνη, ἣν δὴ καὶ οἰωνιστικὴν ὀνομάζουσιν, οὐκ ἔστιν ἀληθής, περιεργαζο μένη πτήσεις αὐτῶν καὶ κλαγγὰς καὶ καθέδρας. ταρσὸν δὲ πλατὺν τὴν τῶν ποδῶν αὐτῶν λέγει βάσιν πλατεῖαν οὖσαν, διὰ τὴν τῶν δακτύλων ἔκτασιν διειργομένων τῷ μεταξὺ δέρματι. «θυσιῶν σπλάγχνων τε τομαί· τάδ᾽ ἀθύρματα πάντα»· τοῦτ᾽ ἔστιν· ἡ θυτικὴ καλουμένη ἐπιστήμη, ἡ διὰ τῶν θυσιῶν τῶν μελλόντων ζητοῦσα τὴν πρόγνωσιν καὶ ἡ διὰ τῆς τομῆς τῶν σπλάγχνων τῶν σφαζομένων ἱερείων, παίγνιά εἰσιν ἄντικρυς. «ἐμπορικῆς ἀπάτης στηρίγματα»· τοῦτ᾽ ἔστιν· ἀφορμαὶ κέρδους ἀπατηλαί. «μὴ τοίνυν» φησί «ταῦτα πολυπραγμόνει σὺ ὁ μαθητευόμενος ὑπ᾽ ἐμοῦ, μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν». ἱερὸς δὲ παράδεισος εὐσεβείας κατὰ Χαλδαίους οὐχ ὃν ἡ τοῦ Μωυσέως βίβλος φησίν, ἀλλ᾽ ὁ λειμὼν τῶν ὑψηλοτέρων θεωριῶν, ἔνθα τὰ ποικίλα τῶν ἀρετῶν δένδρα καὶ τὸ ξύλον τὸ γνωστικὸν καλοῦ καὶ πονηροῦ, τοῦτ᾽ ἔστιν ἡ διακριτικὴ φρόνησις ἡ διαιροῦσα τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καὶ τὸ ξύλον τῆς ζωῆς, τοῦτ᾽ ἔστι τὸ φυτὸν τῆς θειοτέρας ἐλλάμψεως τῆς καρποφορούσης τῇ ψυχῇ ζωὴν ἱερωτέραν καὶ κρείττονα. ἐν τούτῳ γοῦν τῷ παραδείσῳ καὶ αἱ τέτταρες γενικώταται τῶν ἀρετῶν ἀρχαὶ δίκην ποταμῶν ῥέουσιν· ἐν τούτῳ τῷ παραδείσῳ καὶ ἀρετὴ καὶ σοφία καὶ εὐνομία φέρονται. ἔστι δὲ ἀρετὴ μία μὲν ἡ γενική, πολλαὶ δὲ αἱ κατ᾽ εἴδη διαιρούμεναι. σοφία δέ ἐστιν ἡ τούτων ἁπάντων περιεκτική, ἣν ὡς μονάδα ἄρρητον ὁ θεῖος προβάλλεται νοῦς.

       Opuscula psychologica, theologica, daemonologica 131.15 ` to     Opuscula psychologica, theologica, daemonologica 132.14

Χαλδαϊκὸν λόγιον.     δίζηαι ψυχῆς ὀχετόν, ὅθεν ἢ τίνι τάξει    

σώματι θητεύσας  ἐπὶ τάξιν    

αὖθις ἀναστήσεις, ἱερῷ λόγῳ ἔργον ἑνώσας.  

Ἐξήγησις. τοῦτ᾽ ἔστι· ζήτει τὴν ἀρχὴν τῆς ψυχῆς, πόθεν παρήχθη καὶ ἐδούλευσε σώματι καὶ πῶς ἄν τις ταύτην ἄνευ κρίσεως, ἐγείρας διὰ τῶν τελεστικῶν ἔργων, ἐπαναγάγοι ὅθεν ἀφίκετο. «ἱερῷ λόγῳ ἔργον ἑνώσας»· τοῦτο δὲ τοιοῦτόν ἐστι. ἱερός ἐστιν ἐν ἡμῖν λόγος ἡ νοερωτέρα ζωή, μᾶλλον δὲ ἡ ὑψηλοτέρα δύναμις τῆς ψυχῆς, ἣν ἄνθος νοῦ ἐν ἑτέροις ὀνομάζει τὸ λόγιον. ἀλλ᾽ οὗτος ὁ ἱερὸς λόγος ἀδυνατεῖ ἀφ᾽ ἑαυτοῦ πρὸς τὴν ὑψηλοτέραν ἀναγωγὴν καὶ πρὸς τὴν τοῦ θείου παράληψιν. καὶ ὁ μὲν τῆς εὐσεβείας λόγος χειραγωγεῖ τοῦτον πρὸς θεὸν διὰ τῶν ἐκεῖθεν ἐλλάμψεων, ὁ δὲ Χαλδαῖος διὰ τῆς τελεστικῆς ἐπιστήμης. τελεστικὴ δὲ ἐπιστήμη ἐστὶν ἡ οἷον τελοῦσα τὴν ψυχὴν διὰ τῆς τῶν ἐνταῦθ᾽ ὑλῶν δυνάμεως. τοῦτο γοῦν φησιν «ἱερῷ λόγῳ ἔργον ἑνώσας«, τοῦτ᾽ ἔστι συνάψας τῷ ἱερῷ λόγῳ τῆς ψυχῆς ἤτοι τῇ κρείττονι δυνάμει τὸ τῆς τελετῆς ἔργον. καὶ ὁ μὲν καθ᾽ ἡμᾶς θεολόγος Γρηγόριος λόγῳ καὶ θεωρίᾳ τὴν ψυχὴν ἀνάγει πρὸς τὰ θειότερα· λόγῳ τῷ καθ᾽ ἡμᾶς τῷ νοερωτέρῳ καὶ κρείττονι, θεωρίᾳ τῇ ὑπὲρ ἡμᾶς ἐλλάμψει. ὁ δέ γε Πλάτων λόγῳ καὶ νοήσει περιληπτὴν ἡμῖν τὴν ἀγέννητον οὐσίαν τίθεται· ὁ δὲ Χαλδαῖος οὐκ ἄλλως φησὶν ἡμᾶς ἀνάγεσθαι πρὸς θεόν, εἰ μὴ δυναμώσομεν τὸ τῆς ψυχῆς ὄχημα διὰ τῶν ὑλικῶν τελετῶν· οἴεται γὰρ καθαίρεσθαι τὴν ψυχὴν λίθοις καὶ πόαις καὶ ἐπῳδαῖς, ὡς εὔτροχον εἶναι πρὸς τὴν ἀνάβασιν.

       Opuscula psychologica, theologica, daemonologica 132.15 ` to     Opuscula psychologica, theologica, daemonologica 132.25

Χαλδαϊκὸν λόγιον.     μηδὲ κάτω νεύσῃς· κρημνὸς κατὰ γῆς ὑπόκειται,    

ἑπταπόρου σύρων κατὰ βαθμίδος,    

ὑφ᾽ ἣν ὁ τῆς ἀνάγκης θρόνος ἐστίν.  

Ἐξήγησις. τὴν μετὰ θεοῦ οὖσαν ψυχὴν τὸ λόγιον νουθετεῖ ἐκείνῳ μόνῳ προσέχειν τὸν νοῦν καὶ μὴ κάτω τὴν ῥοπὴν ποιεῖσθαι· πολὺς γὰρ ὁ ἀπὸ θεοῦ κατὰ γῆς κρημνός, «σύρων» τὰς ψυχὰς διὰ τῆς «ἑπταπόρου βαθμίδος». ἑπτάπορος δὲ βαθμὶς αἱ τῶν ἑπτὰ πλανητῶν σφαῖραί εἰσιν. νεύσασα γοῦν ἄνωθεν ἡ ψυχὴ φέρεται ἐπὶ γῆν διὰ τῶν ἑπτὰ τούτων σφαιρῶν. ἡ δὲ ἀπὸ τῶν ἑπτὰ κύκλων ὡς διὰ βαθμίδος κάθοδος ἐπὶ τὸν θρόνον ἄγει τῆς ἀνάγκης· οὗ δὴ γενομένη ἡ ψυχὴ τὸν περίγειον κόσμον ποθεῖν ἀναγκάζεται.

       Opuscula psychologica, theologica, daemonologica 132.26 ` to     Opuscula psychologica, theologica, daemonologica 133.6

Χαλδαϊκὸν λόγιον. ὀνόματα βάρβαρα μήποτ᾽ ἀλλάξῃς.  

Ἐξήγησις. τοῦτ᾽ ἔστιν· εἰσὶν ὀνόματα παρ᾽ ἑκάστοις ἔθνεσι θεοπαράδοτα, δύναμιν ἐν ταῖς τελεταῖς ἄρρητον ἔχοντα· μὴ οὖν μεταλλάξῃς αὐτὰ εἰς τὴν Ἑλληνικὴν διάλεκτον, οἷον τὸ Σεραφεὶμ καὶ τὸ Χερουβεὶμ καὶ τὸ Μιχαὴλ καὶ τὸ Γαβριήλ. οὕτω μὲν γὰρ λεγόμενα κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον ἐνέργειαν ἐν ταῖς τελεταῖς ἔχει ἄρρητον· ἀμειφθέντα δὲ ἐν τοῖς Ἑλληνικοῖς ὀνόμασιν ἐξασθενεῖ. ἐγὼ δὲ οὔτε τὰς Χαλδαϊκὰς δέχομαι τελετὰς οὔτε τῷ δόγματι πάνυ προστίθεμαι. ἀνεκάλυψα δέ σοι μόνον τοῦ λόγου τὴν κρυφιότητα.

       Opuscula psychologica, theologica, daemonologica 133.7 ` to     Opuscula psychologica, theologica, daemonologica 133.15

Χαλδαϊκὸν λόγιον. πᾶς ἴσχει κόσμος νοεροὺς ἀνοχῆας ἀκαμπεῖς.  

Ἐξήγησις. δυνάμεις οἱ Χαλδαῖοι ἐν τῷ κόσμῳ τίθενται καὶ ὀνομάζουσιν αὐτὰς κοσμαγοὺς ὡς τὸν κόσμον ἀγούσας προνοητικαῖς κινήσεσιν. ταύτας οὖν νῦν «ἀνοχέας» καλεῖ ὡς τὸν πάντα κόσμον ἀκαμάτως ἀνέχοντας, τῷ μὲν ἀκαμπεῖ τῆς σταθερᾶς αὐτῶν δηλουμένης δυνάμεως, τῷ δὲ ἀνοχικῷ τῆς φρουρητικῆς. ταύτας δὲ τὰς δυνάμεις διαμονῆς τῷ κόσμῳ αἰτίας καὶ ἀκλινοῦς ὁρίζονται τάξεως. εἰσὶ δὲ καὶ ἕτεραι δυνάμεις λεγόμεναι παρ᾽ αὐτοῖς ἀμείλικτοι, οἷον ἔντονοι καὶ ἀνεπίστροφοι πρὸς τὰ τῇδε, καὶ τὰς ψυχὰς ποιοῦσαι τοῖς θελκτηρίοις μὴ μειλίσσεσθαι πάθεσιν.

       Opuscula psychologica, theologica, daemonologica 133.16 ` to     Opuscula psychologica, theologica, daemonologica 134.2

Χαλδαϊκὸν λόγιον. ἐνέργει περὶ τὸν Ἑκατικὸν στρόφαλον.  

Ἐξήγησις. ὁ Ἑκατικὸς στρόφαλος σφαῖρά ἐστι χρυσῆ, μέσον σάπφειρον περικλείουσα, διὰ ταυρείου στρεφομένη ἱμάντος, δι᾽ ὅλης αὐτῆς ἔχουσα χαρακτῆρας· ἣν δὴ στρέφοντες ἐποιοῦντο τὰς ἐπικλήσεις. καὶ τὰ τοιαῦτα καλεῖν εἰώθασιν ἴυγγας, εἴτε σφαιρικὸν ἔχοιεν εἴτε τρίγωνον εἴτε ἄλλο τι σχῆμα. ἃ δὴ δονοῦντες τοὺς ἀσήμους ἢ κτηνώδεις ἐξεφώνουν ἤχους, γελῶντες καὶ τὸν ἀέρα μαστίζοντες. διδάσκει οὖν τὴν τελετὴν ἐνεργεῖν τὴν κίνησιν τοῦ τοιούτου στροφάλου ὡς δύναμιν ἀπόρρητον ἔχουσαν. Ἑκατικὸς δὲ καλεῖται ὡς τῇ Ἑκάτῃ ἀνακείμενος· ἡ δὲ Ἑκάτη θεός ἐστι παρὰ Χαλδαίοις, ἐν δεξιᾷ μὲν αὐτῆς ἔχουσα τὴν πηγὴν τῶν ἀρετῶν, ἐν δὲ ἀριστερᾷ τῶν ψυχῶν. ἔστι δὲ τὸ πᾶν φλύαρον.

       Opuscula psychologica, theologica, daemonologica 134.3 ` to     Opuscula psychologica, theologica, daemonologica 134.16

Χαλδαϊκὸν λόγιον.     πολλάκις ἢ λέξῃς μοι, ἀθρήσεις πάντα λέοντα.    

οὔτε γὰρ οὐράνιος κυρτὸς τότε φαίνεται ὄγκος,    

ἀστέρες οὐ λάμπουσι, τὸ μήνης φῶς κεκάλυπται,    

χθὼν οὐχ ἕστηκεν· βλέπεται δὲ <τὰ> πάντα κεραυνοῖς.  

Ἐξήγησις. ἓν τῶν ἐν οὐρανῷ δώδεκα ζῳδίων λεγομένων ἐστὶν ὁ λέων, οἶκος Ἡλίου λεγόμενος, οὗ τὴν πηγήν, ἤτοι τὴν αἰτίαν τῆς λεοντοειδοῦς ἐξ ἀστέρων συνθέσεως, λεοντοῦχον ὁ Χαλδαῖος καλεῖ. ἐν οὖν ταῖς τελεταῖς ἐὰν ἐξ ὀνόματος καλέσῃς τὴν τοιαύτην πηγήν, οὐδὲν ἕτερον ἴδοις ἐν οὐ ρανῷ ἢ φάσμα λεόντειον. οὔτε γὰρ ὁ κυρτὸς αὐτοῦ ὄγκος ἤτοι ὁ περιφερὴς φανεῖταί σοι, οὔτε ἀστέρες αὐγάσουσιν, ἀλλὰ καὶ ἡ σελήνη κεκάλυπται καὶ σεισμοῖς τὰ πάντα δονεῖται. οὐκ ἀναιρεῖ δὲ τὴν οὐσίαν τοῦ οὐρανοῦ καὶ τῶν ἀστέρων ἡ τοιαύτη λεοντοῦχος πηγή, ἀλλὰ τὸ ἡγεμονικὸν τῆς ἰδίας ὑπάρξεως ἀποκρύπτει τὴν θεωρίαν αὐτῶν.

       Opuscula psychologica, theologica, daemonologica 134.17 ` to     Opuscula psychologica, theologica, daemonologica 134.26

Χαλδαϊκὸν λόγιον. πάντοθεν ἀπλάστῳ ψυχῇ πυρὸς ἡνία τεῖνον.  

Ἐξήγησις. ἄπλαστον ψυχὴν ὀνομάζει τὸ λόγιον τὴν ἀμόρφωτον καὶ ἀδιατύπωτον ἢ τὴν ἁπλουστάτην καὶ καθαρωτάτην· «ἡνία» δὲ τοῦ «πυρὸς» τῆς τοιαύτης ψυχῆς τῆς θεουργικῆς ἐστι ζωῆς ἡ εὔλυτος ἐνέργεια, ἀνατείνουσα τὸν νοῦν τὸν πύρινον εἰς αὐτὸ τὸ θεῖον φῶς. «πάντοθεν» οὖν τῇ «ἀπλάστῳ ψυχῇ» τὰ τοῦ «πυρὸς ἡνία τεῖνον», τοῦτ᾽ ἔστι, καὶ ἀπὸ τῆς νοερᾶς δυνάμεως καὶ ἀπὸ τῆς διανοητικῆς καὶ ἀπὸ τῆς δοξαστικῆς, ἵνα καταλλήλως ἑκάστη δύναμις τὰς θείας εἰσδέξηται φωταγωγίας. οὐ γὰρ ἀεὶ νοερῶς ἐνεργεῖν δυνάμεθα, ἀλλ᾽ ἡ φύσις ὀκλάζουσα καὶ κατὰ τὰς δευτέρας ζωὰς ἐνεργεῖ.

       Opuscula psychologica, theologica, daemonologica 134.27 ` to     Opuscula psychologica, theologica, daemonologica 135.7

Χαλδαϊκὸν λόγιον. ὦ τολμηρᾶς φύσεως, ἄνθρωπε, τέχνασμα.  

Ἐξήγησις. «τέχνασμα» μὲν γὰρ ὁ ἄνθρωπος ὡς παρὰ θεοῦ ἀπορρήτῳ τέχνῃ συντεθείς, τολμηρὰν δὲ φύσιν αὐτὸν ὀνομάζει τὸ λόγιον ὡς καὶ τὰ κρείττονα περιεργαζόμενον καὶ δρόμους μὲν ἀστέρων καταμετροῦντα, ὑπερφυῶν δὲ δυνάμεων τάξεις διακριβοῦντα καὶ τὰ ἐξωτάτω τῆς οὐρανίας ἁψῖδος διασκοποῦντα καὶ περὶ θεοῦ τι λέγειν διατεινόμενον. αἱ γὰρ ἐπιβολαὶ αὗται τῶν νοημάτων «τολμηρᾶς» ἄντικρυς «φύσεως». οὐ διασύρει δὲ ἐνταῦθα τὴν τόλμαν, ἀλλὰ τὴν ὁρμὴν τῆς φύσεως τέθηπεν.

       Opuscula psychologica, theologica, daemonologica 135.8 ` to     Opuscula psychologica, theologica, daemonologica 135.18

Χαλδαϊκὸν λόγιον.     λαιῆς ἐν λαγόσιν Ἑκάτης ἀρετῆς πέλε πηγή,    

ἔνδον ὅλη μίμνουσα, τὸ παρθένον οὐ προϊεῖσα.  

Ἐξήγησις. τὴν Ἑκάτην οἱ Χαλδαῖοι θεὸν ὁρίζονται μεσαιτάτην ἔχουσαν τάξιν καὶ οἷον κέντρον τυγχάνουσαν τῶν ὅλων δυνάμεων. καὶ ἐν μὲν τοῖς δεξιοῖς αὐτῆς μέρεσι τιθέασι τὴν πηγὴν τῶν ψυχῶν, ἐν δὲ τοῖς ἀριστεροῖς τὴν πηγὴν τῶν ἀρετῶν. καί φασιν ὅτι ἡ μὲν πηγὴ τῶν ψυχῶν ἕτοιμός ἐστιν εἰς τὰς ἀπογεννήσεις, ἡ δὲ πηγὴ τῶν ἀρετῶν ἐν ὅροις μένει ἔνδον τῆς ἰδίας οὐσίας καὶ οἷον παρθένος ἐστὶ καὶ ἀμιγής, τὸ στάσιμον τοῦτο καὶ ἀκίνητον ἀπὸ τῶν ἀμειλίκτων λαβοῦσα δυνάμεων καὶ ζωστῆρι κοσμηθεῖσα παρθενικῷ.

       Opuscula psychologica, theologica, daemonologica 135.19 ` to     Opuscula psychologica, theologica, daemonologica 136.4

Χαλδαϊκὸν λόγιον.     ἡνίκα <δὲ> βλέψῃς μορφῆς ἄτερ εὐίερον πῦρ    

λαμπόμενον σκιρτηδὸν ὅλου κατὰ βένθεα κόσμου,    

κλῦθι πυρὸς φωνήν.  

Ἐξήγησις. περὶ τοῦ ὁρωμένου πολλοῖς τῶν ἀνθρώπων θείου φωτὸς τὸ λόγιον διέξεισιν, ὡς, εἰ μὲν ἐν σχήματι καὶ μορφῇ θεῷτό τις τὸ τοιοῦτον φῶς, μηκέτι τούτῳ προσέξει τὸν νοῦν μηδὲ τὴν ἐκεῖθεν πεμπομένην φωνὴν ἀληθεστάτην νομίσοι. εἰ δὲ ἴδοι τοῦτο ἀσχημάτιστον καὶ ἀμόρφωτον, ἀνεξαπάτητος ἔσται· καὶ ὅπερ ἂν ἐκεῖθεν ἐνωτισθείη, ἀληθές ἐστιν ἄντικρυς. εὐίερον δὲ τὸ τοιοῦτον πῦρ ὀνομάζεται ὡς ἐν καλῷ τοῖς ἱερατικοῖς ἀνδράσιν ὁρώμενον καὶ «σκιρτηδὸν» προφαινόμενον, ἤτοι ἱλαρῶς καὶ χαριέντως, κατὰ τὰ βάθη τοῦ κόσμου.

       Opuscula psychologica, theologica, daemonologica 136.5 ` to     Opuscula psychologica, theologica, daemonologica 136.13

Χαλδαϊκὸν λόγιον. μὴ φύσεως καλέσῃς αὔτοπτον ἄγαλμα.  

Ἐξήγησις. αὐτοψία ἐστίν, ὅταν αὐτὸς ὁ τελούμενος τὰ θεῖα φῶτα ὁρᾷ. εἰ δὲ οὗτος μὲν οὐδὲν ὁρῴη, ὁ δὲ τὴν τελετὴν διατιθέμενος αὐτοπτεῖ τὸ φαινόμενον, ἐποπτεία τοῦτο πρὸς τὸν τελούμενον λέγεται. δεῖ δὲ τὸ καλούμενον ἄγαλμα ἐν ταῖς τελεταῖς νοητὸν εἶναι καὶ σώματος παντάπασι χωριστόν. τὸ δὲ τῆς φύσεως μόρφωμα οὐκ ἔστι παντάπασι νοητόν· ἡ γὰρ φύσις σωμάτων ἐστὶν ὡς ἐπὶ τὸ πλεῖστον διοικητικὴ δύναμις· «μὴ» οὖν «καλέσῃς», φησίν, ἐν ταῖς τελεταῖς «αὔτοπτον φύσεως ἄγαλμα»· ἐπενέγκοι γάρ σοι μεθ᾽ ἑαυτοῦ φυσικῶν δαιμονίων μόνον πληθύν.

       Opuscula psychologica, theologica, daemonologica 136.14 ` to     Opuscula psychologica, theologica, daemonologica 136.22

Χαλδαϊκὸν λόγιον.     ἡ φύσις πείθει πιστεύειν εἶναι τοὺς δαίμονας ἁγνούς,    

καὶ τὰ κακῆς ὕλης βλαστήματα χρηστὰ καὶ ἐσθλά.  

Ἐξήγησις. οὐχ ὅτι αὐτὴ πείθει τοῦτο, ἀλλ᾽ ὅτι κληθείσης πρὸ τῆς παρουσίας αὐτῆς πολὺς ἐπιρρεῖ δαιμόνων χορός, καὶ πολυειδεῖς προφέρονται μορφαὶ δαιμονιώδεις, ἀπὸ πάντων μὲν τῶν στοιχείων ἀνεγειρόμεναι, ἀπὸ πάντων δὲ τῶν μερῶν τοῦ σεληναίου κόσμου συγκείμεναί τε καὶ μεριζόμεναι· καὶ ἱλαραὶ καὶ χαρίεσσαι πολλάκις φαινόμεναι φαντασίαν τινὸς ἀγαθότητος πρὸς τὸν τελούμενον ὑποκρίνονται.

       Opuscula psychologica, theologica, daemonologica 136.23 ` to     Opuscula psychologica, theologica, daemonologica 137.8

Χαλδαϊκὸν λόγιον.     ψυχὴ μερόπων θεὸν ἄγξει ἐς αὑτήν,    

οὐδὲν θνητὸν ἔχουσα ὅλη μεμέθυσται·    

ἁρμονίαν αὔχει γάρ, ὑφ᾽ ᾗ πέλε σῶμα βρότειον.   

Ἐξήγησις. τὸ θεῖον, φησί, πῦρ ἡ ψυχὴ βιάζεται εἰς ἑαυτὴν (τοῦτο γάρ ἐστι τὸ «ἄγχει») διὰ τῆς ἀθανασίας καὶ τῆς καθαρότητος. τότε γὰρ «ὅλη μεμέθυσται», τοῦτ᾽ ἔστι, πληροῦται κρείττονος ζωῆς καὶ ἐλλάμψεως καὶ οἷον ἐξίσταται ἑαυτῆς. εἶτα πρὸς αὐτὴν ὁ λόγος φησίν «ἁρμονίαν αὔχει», τοῦτ᾽ ἔστι, σεμνύνου τῇ ἀφανεῖ καὶ νοητῇ ἁρμονίᾳ ᾗ συνδέδεσαι ἀριθμητικοῖς λόγοις καὶ μουσικοῖς. ὑπὸ ταύτῃ γὰρ τῇ νοητῇ ἁρμονίᾳ καὶ τὸ βρότειον καὶ σύνθετον συνηρμόσθη σῶμα, ἐκεῖθεν ἐπιχορηγουμένην ἔχον τὴν σύστασιν.

       Opuscula psychologica, theologica, daemonologica 137.9 ` to     Opuscula psychologica, theologica, daemonologica 137.17

Χαλδαϊκὸν λόγιον.     οἰγνύσθω ψυχῆς βάθος ἄμβροτον· ὄμματα πάντα    

ἄρδην ἐκπέτασον ἄνω.  

Ἐξήγησις. «ψυχῆς βάθος» αἱ τριπλαῖ αὐτῆς δυνάμεις εἰσίν, αἱ νοεραί, αἱ διανοητικαί, αἱ δοξαστικαί, «ὄμματα» δὲ αἱ τριπλαῖ αὐτῶν γνωστικαὶ ἐνέργειαι. τὸ μὲν γὰρ ὄμμα γνώσεως σύμβολον, ἡ δὲ ζωὴ ὀρέξεως. ἀνοιγέσθω οὖν, φησί, τὸ τῆς ψυχῆς ἀθάνατον βάθος, καὶ τὰς γνωστικάς σοι δυνάμεις «ἄρδην ἐκπέτασον ἄνω,» καὶ ὅλον σαυτόν, ἵνα τὸ ἡμεδαπὸν ἐρῶ, μετάθες ἐπὶ τὸν κύριον.

       Opuscula psychologica, theologica, daemonologica 137.18 ` to     Opuscula psychologica, theologica, daemonologica 137.26

Χαλδαϊκὸν λόγιον.     μὴ πνεῦμα μολύνῃς μηδὲ βαθύνῃς   

τὸ ἐπίπεδον.  

Ἐξήγησις. δύο χιτῶνας ἐπενδύουσι τὴν ψυχὴν οἱ Χαλδαῖοι, καὶ τὸν μὲν πνευματικὸν ὀνομάζουσιν, ἀπὸ τοῦ αἰσθητοῦ κόσμου ἐξυφανθέντα αὐτῇ, τὸν δὲ αὐγοειδῆ, λεπτὸν καὶ ἀβαθῆ, ὅπερ ἐπίπεδον ὀνομάζεται. μήτε οὖν, φησί, τὸν πνευματικὸν χιτῶνα τῆς ψυχῆς μολύνῃς ἀκαθαρσίᾳ παθῶν μήτε τὸν ἐπίπεδον αὐτῆς βαθύνῃς προσθήκαις τισὶν ὑλικαῖς· ἀλλὰ τήρησον ἀμφοτέρους ἐπὶ τῆς φύσεως, τὸν μὲν καθαρόν, τὸν δὲ ἀβαθῆ.

       Opuscula psychologica, theologica, daemonologica 138.1 ` to     Opuscula psychologica, theologica, daemonologica 138.7

Χαλδαϊκὸν λόγιον. ζήτησον παράδεισον.  

Ἐξήγησις. παράδεισός ἐστι Χαλδαϊκὸς πᾶς ὁ περὶ τὸν πατέρα χορὸς τῶν θείων δυνάμεων καὶ τὰ ἐμπύρια κάλλη τῶν δημιουργικῶν πηγῶν· ἄνοιξις δὲ αὐτοῦ δι᾽ εὐσεβείας ἡ μετουσία τῶν ἀγαθῶν, φλογίνη δὲ ῥομφαία ἡ ἀμείλικτος τοῖς ἀναξίως προσερχομένοις δύναμις. καὶ τούτοις μὲν κέκλεισται διὰ τὴν ἀνεπιτηδειότητα, τοῖς δὲ εὐσεβέσιν ἀνήπλωται. εἰς ὃν ἀνατείνονται πᾶσαι αἱ θεουργικαὶ ἀρεταί.

       Opuscula psychologica, theologica, daemonologica 138.8 ` to     Opuscula psychologica, theologica, daemonologica 138.14

Χαλδαϊκὸν λόγιον. σὸν ἀγγεῖον θῆρες χθονὸς οἰκήσουσιν.   

Ἐξήγησις. «ἀγγεῖον» μέν ἐστι τὸ σύνθετον ἡμῶν κρᾶμα τῆς ζωῆς, «θῆρες» δὲ «χθονὸς» οἱ περὶ γῆν καλινδούμενοι δαίμονες. τὴν οὖν ζωὴν ἡμῶν πλήρη γενομένην παθῶν οἱ τοιοῦτοι θῆρες «οἰκήσουσιν». καὶ γὰρ οὐσίωται ἐν τοῖς πάθεσι τὰ τοιαῦτα γένη καὶ τὴν ἕδραν ἔχει καὶ τὴν τάξιν ὑλικήν· διὸ καὶ οἱ ἐμπαθεῖς πρὸς ταῦτα συγκολλῶνται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἐφελκόμενοι, κινητικὴν ἔχοντες δύναμιν τῶν παθῶν.

       Opuscula psychologica, theologica, daemonologica 138.15 ` to     Opuscula psychologica, theologica, daemonologica 138.24

Χαλδαϊκὸν λόγιον.       ἐκτείνας πύριον νοῦν    

ἔργον ἐπ᾽ εὐσεβίης ῥευστὸν καὶ σῶμα σαώσεις.  

Ἐξήγησις. τοῦτ᾽ ἔστιν· ἐὰν ἐκτείνῃς τὸν φωτισθέντα σοι νοῦν ἄνωθεν καὶ τοῦ θείου πυρὸς ἔργον γενόμενος εἰς τὰ τῆς εὐσεβείας ἔργα (ἔργα δὲ εὐσεβείας παρὰ Χαλδαίοις αἱ τῶν τελετῶν μέθοδοι), οὐ μόνον τὴν ψυχὴν ἀνάλωτον ποιήσεις τοῖς πάθεσιν, ἀλλὰ καὶ τὸ σῶμά σου ὑγιεινότατον. ἔστι γὰρ καὶ τοῦτο πολλάκις ἔργον τῶν θείων ἐλλάμψεων, ἐκδαπανᾶν τὴν ὕλην τοῦ σώματος καὶ ὑγιᾶ τὴν φύσιν κατασκευάζειν, ὡς μήτε πάθεσιν μήτε νόσοις ἁλίσκεσθαι.

       Opuscula psychologica, theologica, daemonologica 138.25 ` to     Opuscula psychologica, theologica, daemonologica 139.7

Χαλδαϊκὸν λόγιον.       ἐκ δ᾽ ἄρα κόλπων    

γαίης θρῴσκουσι χθόνιοι κύνες οὔποτ᾽ ἀληθὲς     

σῆμα βροτῷ δεικνύντες.

Ἐξήγησις. περὶ δαιμόνων ἐνύλων ὁ λόγος· καὶ κύνας μὲν τούτους καλεῖ ὡς τιμωροὺς τῶν ψυχῶν, χθονίους δὲ ὡς ἐξ οὐρανοῦ πεπτωκότας καὶ καλινδουμένους περὶ τὴν γῆν. οὗτοι γοῦν, φησί, πόρρω τῆς θείας τεταγμένοι ζωῆς καὶ τῆς νοερᾶς θεωρίας ἀπολιμπανόμενοι, προσημαίνειν τὸ μέλλον οὐ δύνανται. ὅθεν πᾶν ὃ λέγουσι καὶ δεικνύουσι ψευδές ἐστι καὶ ἀνυπόστατον· μορφωτικῶς γὰρ τὰ ὄντα γινώσκουσιν· τὸ δὲ τῶν μελλόντων ἑνιαίως γνωστικὸν ἀμερίστοις χρῆται καὶ ἀμορφώτοις νοήσεσιν.

       Opuscula psychologica, theologica, daemonologica 139.8 ` to     Opuscula psychologica, theologica, daemonologica 139.17

Χαλδαϊκὸν λόγιον.     πάντα γὰρ ἐξετέλεσσε πατὴρ καὶ νῷ παρέδωκε    

δευτέρῳ, ὃν πρῶτον κληΐζετε πᾶν γένος ἀνδρῶν.  

Ἐξήγησις. τὴν πᾶσαν κτίσιν δημιουργήσας ὁ τῆς τριαδὸς πρῶτος πατὴρ παρέδωκε ταύτην τῷ νῷ· ὅντινα νοῦν τὸ σύμπαν γένος τῶν ἀνδρῶν, ἀγνοοῦντες τὴν πατρικὴν ὑπεροχήν, θεὸν πρῶτον καλοῦσιν. πλὴν τὸ παρ᾽ ἡμῖν δόγμα ἐναντίως ἔχει, ὡς αὐτὸς ὁ πρῶτος νοῦς, ὁ υἱὸς τοῦ μεγάλου πατρός, τὴν κτίσιν πᾶσαν ἐδημιούργησεν. ὁ μὲν γὰρ πατὴρ λέγει παρὰ τῇ Μωσαϊκῇ βίβλῳ πρὸς τὸν υἱὸν τὴν ἰδέαν τῆς παραγωγῆς τῶν κτισμάτων, ὁ δὲ υἱὸς αὐτουργὸς τοῦ ποιήματος γίνεται.

       Opuscula psychologica, theologica, daemonologica 139.18 ` to     Opuscula psychologica, theologica, daemonologica 139.26

Χαλδαϊκὸν λόγιον. ποιναὶ μερόπων ἄγκτειραι.  

Ἐξήγησις. οἱ μὲν γὰρ ἀναγωγοὶ ἄγγελοι ἀνάγουσι τὰς ψυχὰς ἐφ᾽ ἑαυτοὺς ἐκ τῆς γενέσεως ἐφελκόμενοι, αἱ δὲ ποιναί, ἤτοι αἱ τιμωρητικαὶ τῶν δαιμόνων φύσεις καὶ βάσκανοι τῶν ἀνθρωπίνων ψυχῶν, ἐνδεσμοῦσι ταύτας τοῖς ὑλικοῖς πάθεσι καὶ οἷον ἀπάγχουσι, καὶ οὐ μόνον τοὺς παθῶν πλήρεις αἰκίζονται, ἀλλὰ καὶ τοὺς εἰς τὴν ἄυλον οὐσίαν ἐπεστραμμένους· καὶ γὰρ καὶ οὗτοι εἰς τὴν ὕλην καὶ τὴν γένεσιν ἐλθόντες δέονται τῆς τοιαύτης καθάρσεως. πολλοὺς γὰρ ὁρῶμεν καὶ τῶν ὁσίως καὶ καθαρῶς πολιτευομένων ἀπροσδοκήτοις συμφοραῖς περιπίπτοντας.

       Opuscula psychologica, theologica, daemonologica 139.27 ` to     Opuscula psychologica, theologica, daemonologica 140.9

Χαλδαϊκὸν λόγιον.       βίῃ ὅτι σῶμα λιπόντων    

ἀνθρώπων ψυχαὶ καθαρώταται.

Ἐξήγησις. εἴ τις εὐγνωμόνως ἀκούοι τοῦ ῥητοῦ, οὐκ ἐναντιώσεται τοῖς ἡμετέροις δόγμασιν. καὶ γὰρ καὶ οἱ στεφανῖται μάρτυρες, βιαίοις ἀγῶσι τὸ σῶμα καταλιπόντες, καθαρὰς τὰς ἑαυτῶν ψυχὰς τετελέκασιν. ἀλλ᾽ οὐ τοῦτό φησιν ὁ Χαλδαῖος, ἀλλὰ πάντα βίαιον θάνατον ἐπαινεῖ· διότι, φησίν, ἡ ψυχή, ἐπιπόνως τὸ σῶμα λιποῦσα, βδελύττεται τὴν ἐνταῦθα ζωὴν καὶ μισεῖ τὴν πρὸς τοῦτο ἐπιστροφὴν καὶ χαίρουσα πρὸς τὰ ἄνω χωρεῖ. αἱ δὲ ἐν νόσοις κατ᾽ ἔκλυσιν τοῦ ζωτικοῦ πνεύματος ἀπολιποῦσαι τὸν βίον οὐ μάλα τι δυσχεραίνουσι τὴν πρὸς τοῦτο νεῦσίν τε καὶ ῥοπήν.

       Opuscula psychologica, theologica, daemonologica 140.10 ` to     Opuscula psychologica, theologica, daemonologica 140.18

Χαλδαϊκὸν λόγιον. σύμβολα πατρικὸς νόος ἔσπειρε ταῖς ψυχαῖς.  

Ἐξήγησις. ὥσπερ ἡ Μωσαϊκὴ βίβλος κατ᾽ εἰκόνα θεοῦ πλάττει τὸν ἄνθρωπον, οὕτω δὴ καὶ Χαλδαῖος τὸν ποιητὴν καὶ πατέρα τοῦ κόσμου φησὶ σύμβολά τινα ἐγκατασπεῖραι ταῖς ψυχαῖς τῆς ἑαυτοῦ ἰδιότητος. καὶ γὰρ ἀπὸ τῶν πατρικῶν σπερμάτων οὐχ αἱ ψυχαὶ μόνον, ἀλλὰ καὶ αἱ ὑπερκείμεναι πᾶσαι τάξεις ἐβλάστησαν. καὶ ἄλλα μὲν τὰ ἐν αὐταῖς ταῖς ἀσωμάτοις ὑπάρξεσι συνθήματα, ἀσωμάτως ὄντα καὶ ἑνοειδῶς, ἄλλα δὲ <τὰ> ἐν τοῖς κόσμοις. συνθήματα δὲ καὶ σύμβολά εἰσιν αἱ ἄρρητοι τοῦ θεοῦ ἰδιότητες αἱ καὶ τῶν ἀρετῶν ὑπερκείμεναι.

       Opuscula psychologica, theologica, daemonologica 140.19 ` to     Opuscula psychologica, theologica, daemonologica 141.2

Χαλδαϊκὸν λόγιον.     ὅτι ψυχή, πῦρ οὖσα φαεινὸν δυνάμει πατρός,    

ἀθάνατός τε μένει καὶ ζωῆς δεσπότις ἐστὶν    

καὶ ἔχει πολλῶν πληρώματα κόλπων.  

Ἐξήγησις. ἡ ψυχή, ἄυλον οὖσα καὶ ἀσώματον πῦρ, τῶν συνθέτων ὅλων καὶ τοῦ ὑλικοῦ σκότους ἐξῃρημένον, ἀθάνατός ἐστιν. οὐ γὰρ ἐγκαταμέμικται ἐν αὐτῇ ὕλη σκοτώδης, οὐδὲ σύνθετός ἐστιν, ἵνα διαλυθῇ εἰς τὰ ἐξ ὧν συνετέθη. ἔστι δὲ καὶ «δεσπότις ζωῆς», τοῖς νεκροῖς ζωὴν ἐπιλάμπουσα. ἔχει δὲ καὶ «πολλῶν πληρώματα κόλπων», τοῦτ᾽ ἔστιν, ἔχει δυνάμεις ὑποδεκτικὰς τῆς ὅλης διακοσμήσεως· δύναται γὰρ κατὰ τὰς διαφόρους ἀρετὰς εἰς τὰς διαφόρους ζώνας ἐγκατοικεῖν τοῦ οὐρανοῦ.

       Opuscula psychologica, theologica, daemonologica 141.3 ` to     Opuscula psychologica, theologica, daemonologica 141.11

Χαλδαϊκὸν λόγιον. πατὴρ οὐ φόβον ἐνθρῴσκει, πειθὼ δ᾽ ἐπιχέει.  

Ἐξήγησις. τοῦτ᾽ ἔστιν· τὸ θεῖον οὐκ ἔστι φριμάσσον καὶ ἀγανακτητικόν, ἀλλὰ γλυκὺ καὶ γαληναῖον· ὅθεν οὐ φόβον ἐμποιεῖ ταῖς ὑποκειμέναις φύσεσιν, ἀλλὰ πειθοῖ καὶ χάριτι πάντα ἐφέλκεται. εἰ γὰρ ἦν φοβερὸν καὶ ἀπειλητικόν, διελύθη ἂν ἡ πᾶσα τάξις τῶν ὄντων, μηδενὸς ὑπομεῖναι δυναμένου τὴν ἐκείνου δύναμιν. τοῦτο δὲ τὸ δόγμα ἐκ μέρους ἀληθεύει παρ᾽ ἡμῖν. ὁ γὰρ θεὸς καὶ φῶς ἐστι καὶ πῦρ καταναλίσκον τοὺς μοχθηρούς, ἀπειλὴ δὲ θεοῦ καὶ φόβος ἡ δι᾽ οἰκονομίαν ἐπίσχεσις τῆς πρὸς ἡμᾶς αὐτοῦ ἀγαθότητος.

       Opuscula psychologica, theologica, daemonologica 141.12 ` to     Opuscula psychologica, theologica, daemonologica 141.22

Χαλδαϊκὸν λόγιον.       ὁ πατὴρ ἑαυτὸν ἥρπασεν,    

οὐδ᾽ ἐν ἑῇ δυνάμει νοερᾷ κλείσας ἴδιον πῦρ.  

Ἐξήγησις. ὁ μὲν νοῦς τοῦ λογίου τοιοῦτος, ὡς ὁ ἐπὶ πάντων θεός, ὃς δὴ καὶ πατὴρ ὠνόμασται, ἀκατάληπτον ἑαυτὸν ποιεῖ καὶ ἀπερίληπτον, οὐ μόνον ταῖς πρώταις καὶ δευτέραις φύσεσι καὶ ταῖς ἡμετέραις ψυχαῖς, ἀλλὰ καὶ αὐτῇ τῇ ἰδίᾳ δυνάμει. δύναμις δὲ τοῦ πατρὸς ὁ υἱός. «ἑαυτὸν» γάρ φησιν «ἥρπασεν ὁ πατὴρ» ἀπὸ πάσης φύσεως. οὐκ ἔστι δὲ τὸ δόγμα ὀρθόδοξον. ἐν τῷ υἱῷ γὰρ παρ᾽ ἡμῖν ὁ πατὴρ δεδογμάτισται, ὥσπερ καὶ ὁ υἱὸς ἐν τῷ πατρί. καὶ ὅρος τοῦ πατρὸς ὁ υἱὸς καὶ θεῖος λόγος ὑπερφυής.

       Opuscula psychologica, theologica, daemonologica 141.23 ` to     Opuscula psychologica, theologica, daemonologica 142.2

Χαλδαϊκὸν λόγιον. ἔστι τι νοητὸν ὃ χρή σε νοεῖν νόου ἄνθει.  

Ἐξήγησις. ἡ ψυχὴ ἑκάστῳ νοουμένῳ πράγματι κατάλληλον ἔχει καὶ δύναμιν, τοῖς μὲν αἰσθητοῖς αἴσθησιν, τοῖς δὲ διανοητοῖς διάνοιαν, τοῖς δὲ νοητοῖς νοῦν. φησὶν οὖν ὁ Χαλδαῖος ὅτι, εἰ καὶ νοητόν ἐστιν ὁ θεός, ἀλλ᾽ οὐ τῷ νῷ ἐστι ληπτόν, ἀλλὰ τῷ ἄνθει τοῦ νοῦ. ἄνθος δὲ τοῦ νοῦ ἡ ἑνιαία τῆς ψυχῆς δύναμις. ἐπεὶ γοῦν ὁ θεὸς κυρίως ἐστὶν ἕν, μὴ πειρῶ καταλαβεῖν αὐτὸν διὰ τοῦ νοῦ, ἀλλὰ διὰ τῆς ἑνιαίας δυνάμεως. τὸ γὰρ πρώτως ἓν μόνῳ τῷ παρ᾽ ἡμῖν ἑνὶ ληπτόν πώς ἐστι καὶ οὔτε διανοίᾳ οὔτε νῷ.

       Opuscula psychologica, theologica, daemonologica 142.3 ` to     Opuscula psychologica, theologica, daemonologica 142.9

Χαλδαϊκὸν λόγιον. ψυχῆς ἐξωστῆρες ἀνάπνοοι εὔλυτοί εἰσιν.  

Ἐξήγησις. ἵνα μή τις λέγῃ ὅτι «βούλομαι μὲν ἀπολῦσαι τὴν ψυχὴν τοῦ σώματος, οὐ δύναμαι δέ», φησὶ τὸ λόγιον ὅτι αἱ ἐξωθοῦσαι τὴν ψυχὴν δυνάμεις ἀπὸ τῆς σωματικῆς φύσεως καὶ οἷον ἀναπνεῖν αὐτὴν ποιοῦσαι ἀπὸ τοῦ ἐν τῷ σώματι μόχθου καὶ τῆς κακώσεως «εὔλυτοί εἰσι»· τοῦτ᾽ ἔστι καὶ αὐταὶ ἐλεύθεραι αἱ δυνάμεις, μὴ ὑπό τινος εἰργόμεναι φύσεως, καὶ ἀπολῦσαι καὶ τὴν ψυχὴν τῆς σωματικῆς πέδης γενναίως μάλα δεδύνηνται.

       Opuscula psychologica, theologica, daemonologica 142.10 ` to     Opuscula psychologica, theologica, daemonologica 142.19

Χαλδαϊκὸν λόγιον.     χρή σε σπεύδειν πρὸς τὸ φῶς καὶ πρὸς πατρὸς αὐγάς,    

ἔνθ᾽ ἐπέμφθη σοι ψυχὴ πολὺν ἑσσαμένη νοῦν.  

Ἐξήγησις. ἐπειδὴ οὐκ ἀπὸ σπερμάτων ἡ ψυχὴ τὴν ὑπόστασιν ἔλαβεν οὐδὲ ἐν σωματικαῖς ὑφειστήκει κράσεσιν, ἀλλ᾽ ἄνωθεν ἀπὸ θεοῦ τὴν ὕπαρξιν ἔσχε, πρὸς ἐκεῖνον καὶ ἐπεστράφθω καὶ πρὸς τὸ θεῖον φῶς ποιείτω τὴν ἄνοδον. «πολὺν» γὰρ «ἑσσαμένη νοῦν» ἐνταῦθα κατῆλθε· τοῦτ᾽ ἔστιν· ἐνεδύσατο παρὰ τοῦ ποιητοῦ καὶ πατρὸς ἀναμνήσεις τῶν θειοτέρων λήξεων, ὅτε τὴν ἐνταῦθα ἐλάμβανε κάθοδον. ἔνθεν τοι διὰ τῶν τοιούτων ἀναμνήσεων πάλιν ἐκεῖσε ἐπάνεισιν.

       Opuscula psychologica, theologica, daemonologica 142.20 ` to     Opuscula psychologica, theologica, daemonologica 142.27

Χαλδαϊκὸν λόγιον. εἰσὶν πάντα ἑνὸς πυρὸς ἐκγεγαῶτα.  

Ἐξήγησις. ἡμέτερον καὶ ἀληθὲς τὸ δόγμα. πάντα γὰρ τὰ ὄντα, τά τε νοητὰ καὶ αἰσθητά, ἀπὸ μόνου θεοῦ τὴν ὑπόστασιν ἔλαβον καὶ πρὸς μόνον θεὸν ἐπέστραπται, τὰ μὲν ὄντα μόνως οὐσιωδῶς, τὰ δὲ ὄντα καὶ ζῶντα οὐσιωδῶς καὶ ζωτικῶς, τὰ δὲ ὄντα καὶ ζῶντα καὶ νοοῦντα οὐσιωδῶς καὶ ζωτικῶς καὶ νοερῶς. ἀφ᾽ ἑνὸς οὖν πάντα γεγένηται καὶ πρὸς ἓν αὖθις ἡ τούτων ἀναγωγή. ἄπταιστον οὖν τὸ λόγιον καὶ πλῆρες τοῦ ἡμετέρου δόγματος.  

       Opuscula psychologica, theologica, daemonologica 143.1 ` to     Opuscula psychologica, theologica, daemonologica 143.8

Χαλδαϊκὸν λόγιον. ἃ δὴ νοῦς λέγει, τῷ νοεῖν δήπου λέγει.  

Ἐξήγησις. ὅταν, φησίν, ἀκούσῃς διηρθρωμένης φωνῆς ἄνωθεν βροντώσης ἐξ οὐρανοῦ, μὴ ὑπολάβῃς ὡς ὁ τὴν φωνὴν ταύτην ἀφιεὶς ἄγγελος ἢ θεὸς προφορικῷ λόγῳ συνήρθρωσεν· ἀλλ᾽ ἐκεῖνος μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν ἀμερίστως μόνον ἐνόησε, σὺ δέ, ὡς ἠδύνω, ἤκουσας τοῦ νοήματος συλλαβικῶς καὶ προφορικῶς. ὥσπερ γὰρ ὁ θεὸς τῶν ἡμετέρων φωνῶν ἀφώνως ἀκούει, οὕτω καὶ ὁ ἄνθρωπος τὰς τοῦ θεοῦ ἐννοίας φωνητικῶς δέχεται, ἕκαστος καθὼς ἔχει φύσεως ἐνεργῶν.

       Opuscula psychologica, theologica, daemonologica 143.9 ` to     Opuscula psychologica, theologica, daemonologica 143.18

Χαλδαϊκὸν λόγιον. ἆ ἆ τούσδε χθὼν κατωρύεται ἐς τέκνα μέχρις.  

Ἐξήγησις. περὶ τῶν ἀθέων ὁ λόγος φησὶν ὅτι μέχρι τῶν ἀπογόνων διατείνει τὴν κόλασιν αὐτοῖς ὁ θεός. τὰς γὰρ ὑποχθονίους κολάσεις ἐνδεικνύμενον τὸ λόγιον «χθὼν» αὐτούς, φησί, «κατωρύεται», τοῦτ᾽ ἔστιν, ἐπιμυκᾶται αὐτοῖς ὁ ὑπὸ γῆν τόπος καὶ οἷον λεοντῶδες ἐπηχεῖ ὤρυγμα. διότι φησὶν ὁ Πρόκλος· «τῶν συγγενικῶν ψυχῶν ὁμοφυής ἐστιν ἡ σύνταξις, καὶ αἱ μήπω ἀπολυθεῖσαι τῶν τῆς φύσεως δεσμῶν ἐν τοῖς ὁμογενῶν κατέχονται πάθεσι. δεῖ οὖν καὶ ταύτας τὸ μέρος τυχεῖν τῆς ὅλης δίκης καὶ ἀναπλησθείσας διὰ τὴν φυσικὴν συγγένειαν τῶν μιασμάτων καθαρθῆναι πάλιν ἐξ αὐτῶν.»

       Opuscula psychologica, theologica, daemonologica 143.19 ` to     Opuscula psychologica, theologica, daemonologica 144.2

Χαλδαϊκὸν λόγιον. μὴ συναυξήσῃς τὴν εἱμαρμένην.  

Ἐξήγησις. εἱμαρμένην οἱ σοφώτεροι τῶν Ἑλλήνων τὴν φύσιν κατονομάζουσι, μᾶλλον δὲ τὸ πλήρωμα τῶν ἐλλάμψεων ὧν ἡ τῶν ὄντων φύσις εἰσδέχεται. ἔστι δὲ πρόνοια μὲν ἡ ἄμεσος ἀπὸ τοῦ θεοῦ εὐεργεσία, εἱμαρμένη δὲ ἡ διὰ τῆς τοῦ εἱρμοῦ τῶν ὄντων συμπλοκῆς τὰ ἡμέτερα κυβερνῶσα. καὶ ὑπὸ πρόνοιαν μὲν κείμεθα, ὅταν νοερῶς ἐνεργῶμεν, ὑπὸ δὲ εἱμαρμένην, ὅταν καὶ σωματικῶς. «μὴ» οὖν, φησίν, «αὐξήσῃς τὴν εἱμαρμένην» σαυτῷ, ἀλλ᾽ ὑπὲρ ταύτην γενοῦ καὶ ὑπὸ μόνῳ θεῷ κυβερνήθητι.

       Opuscula psychologica, theologica, daemonologica 144.3 ` to     Opuscula psychologica, theologica, daemonologica 144.12

Χαλδαϊκὸν λόγιον. οὐ γὰρ ἀπαὶ πατρικῆς ἀρχῆς ἀτελές τι τροχάζει.  

Ἐξήγησις. πάντα, φησίν, ὁ πατὴρ παράγει τέλεια καὶ αὐτάρκη κατὰ τὴν ἑαυτῶν τάξιν. ἡ δὲ τῶν γεννωμένων πολλάκις ἀσθένεια καὶ ὕφεσις παρυφίστησι τὴν ἔνδειαν ἑαυτοῖς καὶ τὸ ἀτελές. ἀλλ᾽ ὁ πατὴρ πάλιν ἀνακαλεῖται τὴν ἔνδειαν πρὸς τὸ τέλειον καὶ ἐπιστρέφει εἰς τὴν αὐτάρκειαν. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τοῦ ἀποστόλου Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ κυρίου ἐκπεφωνημένον ἐν προοιμίοις τῆς ἐπιστολῆς αὐτοῦ· «πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώτων.» οὐδὲν γὰρ ἀτελὲς παρὰ τοῦ τελείου πρόεισι, καὶ μάλιστα ὅταν τύχωμεν τὸ παρ᾽ αὐτοῦ πρώτως χεόμενον αὐτίκα δέξασθαι.

       Opuscula psychologica, theologica, daemonologica 144.13 ` to     Opuscula psychologica, theologica, daemonologica 144.26

Χαλδαϊκὸν λόγιον.     ἀλλ᾽ οὐκ εἰσδέχεται κείνης τὸ θέλειν πατρικὸς νοῦς,    

μέχρις ἂν ἐξέλθῃ λήθης καὶ ῥῆμα λαλήσῃ,    

μνήμην ἐνθεμένη πατρικοῦ συνθήματος ἁγνοῦ.  

Ἐξήγησις. οὐ παραδέχεται ὁ πατρικὸς νοῦς τῆς ψυχῆς τὰς τῶν θελημάτων ὁρμάς, μέχρις ἂν αὐτὴ ἐπιλάθηται μὲν τῆς λήθης ὧν πεπλούτηκε παρὰ τοῦ παναγάθου πατρός, ἔλθοι δὲ εἰς ἀνάμνησιν ὧν ἔσχεν ἐξ αὐτοῦ ἱερῶν συνθημάτων, καὶ φωνὴν ἀφήσει εὐγνώμονα, μνήμην ἑαυτῇ ἐνθεμένη τῶν τοῦ γεννήσαντος αὐτὴν πατρὸς συμβόλων. συνέστηκε γὰρ ἡ ψυχὴ ἀπὸ τῶν ἱερῶν λόγων καὶ τῶν θείων συμβόλων· ὧν οἱ μέν εἰσιν ἀπὸ τῶν νοερῶν εἰδῶν, τὰ δὲ ἀπὸ τῶν θείων ἑνάδων. καὶ ἐσμὲν εἰκόνες μὲν τῶν νοερῶν οὐσιῶν, ἀγάλματα δὲ τῶν ἀγνώστων συνθημάτων. δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὡς πᾶσα ψυχὴ πάσης ψυχῆς κατ᾽ εἶδος διέστηκε, καὶ ὡς ὅσαι ψυχαί, τοσαῦτα καὶ τὰ εἴδη τῶν ψυχῶν ἐστιν.

       Opuscula psychologica, theologica, daemonologica 144.27 ` to     Opuscula psychologica, theologica, daemonologica 145.10

Χαλδαϊκὸν λόγιον.     ἡνίκα δ᾽ ἐρχόμενον δαίμονα πρόσγειον ἀθρήσῃς,    

θῦε λίθον μνούζιριν ἐπαυδῶν.   

Ἐξήγησις. ψευδεῖς μὲν τὴν φύσιν οἱ πρόσγειοι δαίμονες ἅτε πόρρω τῆς θείας γνώσεως ὄντες καὶ τῆς ἀφεγγοῦς ὕλης ἀναπεπλησμένοι. εἰ δὲ βούλει παρ᾽ αὐτοῖς ἀληθῆ τινα δέξασθαι λόγον, παρασκεύαζε θυτήριον καὶ «θῦε λίθον μνούζιριν». ὁ δὲ λίθος οὗτος δύναμιν ἔχει προκλητικὴν ἑτέρου μείζονος δαίμονος, ὃς δὴ ἀφανῶς τῷ ὑλικῷ δαίμονι προσιὼν προφωνήσει τὴν τῶν ἐρωτωμένων ἀλήθειαν, ἣν ἐκεῖνος ἀποκρινεῖται τῷ ἐρωτῶντι. λέγει δὲ καὶ ὄνομα προκλητικὸν μετὰ τῆς τοῦ λίθου θυσίας. καὶ ὁ μὲν Χαλδαῖός τινας μὲν τῶν δαιμόνων ἀγαθούς, τινὰς δὲ κακοὺς τίθεται· ὁ δὲ ἡμέτερος εὐσεβὴς λόγος πάντας κακοὺς ὁρίζεται, ἐκ προαιρετικῶν ἀποπτωμάτων τὴν κακίαν ἀνταλλαξαμένους τῆς ἀγαθότητος.

       Opuscula psychologica, theologica, daemonologica 145.11 ` to     Opuscula psychologica, theologica, daemonologica 145.22

Χαλδαϊκὸν λόγιον. μάθε τὸ νοητόν, ἐπεὶ νόου ἔξω ὑπάρχει.  

Ἐξήγησις. εἰ γὰρ καὶ πάντα τῷ νῷ περιείληπται, ἀλλ᾽ ὁ θεός, τὸ πρῶτον νοητόν, «ἔξω» τοῦ «νοῦ ὑπάρχει»· τὸ δὲ «ἔξω» μὴ διαστηματικῶς νοήσῃς μηδὲ καθ᾽ ἑτερότητα νοεράν, ἀλλὰ κατὰ μόνην τὴν νοητὴν ὑπερβολὴν καὶ τὴν ἰδιότητα τῆς ὑπάρξεως, νοῦ παντὸς ἐπέκεινα οὖσαν, δι᾽ οὗ τὸ ὑπερούσιον δείκνυται. ἡ γὰρ οὐσία ἐκείνη ὁ νοῦς ἐστιν ὁ πρῶτος νοητός, οὗ ἐστιν ἔξω τὸ αὐτονόητον· πλὴν ὁ θεὸς καὶ τοῦ νοητοῦ καὶ τοῦ αὐτονοήτου ἐπέκεινα. καὶ μηδ᾽ ὅτι νοητὸν ἐκεῖνο τὸ θεῖον φῶμεν μηδ᾽ ὅτι αὐτονόητον. κρεῖττον γὰρ παντὸς καὶ ῥήματος καὶ νοήματος ὡς πάντῃ ἀνεννόητον καὶ ἀνέκφραστον, καὶ σιγῇ μᾶλλον τιμώμενον ἢ θαυμασίαις φωναῖς σεμνυνόμενον. ἔστι γὰρ καὶ τοῦ σεμνύνεσθαι ὑψηλότερον καὶ τοῦ ἐκφωνεῖσθαι καὶ τοῦ ἐννοεῖσθαι.

       Opuscula psychologica, theologica, daemonologica 145.23 ` to     Opuscula psychologica, theologica, daemonologica 146.6

Χαλδαϊκὸν λόγιον.     αἳ ἴυγγες νοούμεναι πατρόθεν νοέουσι καὶ αὐταί,     

βουλαῖς ἀφθέγκτοις κινούμεναι, ὥστε νοῆσαι.  

Ἐξήγησις. αἱ ἴυγγες δυνάμεις εἰσί τινες μετὰ τὸν πατρικὸν βυθὸν ἐκ τριῶν τριάδων συγκείμεναι· ἃς νοεῖ ὁ πατὴρ κατὰ τὸν πατρικὸν νοῦν τὸν τὴν αἰτίαν αὐτῶν ἑνοειδῶς ἐν ἑαυτῷ προστησάμενον. αἱ δὲ βουλαὶ τοῦ πατρὸς διὰ τὴν νοητὴν ὑπερβολὴν ἄφθεγκτοι. ἀφθεγκταὶ γάρ εἰσιν αἱ ἐνέργειαι τῶν ὄντων· αὐταὶ δὲ αἱ ὑπάρξεις ἄφθεγκτοι. τὰ δὲ τῶν ἐξῃρημένων συνθήματα νοερά, κἂν νοῆται ὑπὸ τῶν δευτέρων, ὡς ἄφθεγκτα νοεῖται καὶ ὡς ἐξῃρημένα τῶν νοητῶν προόδων. ὡς γὰρ αἱ τῶν ψυχῶν νοήσεις, κἂν νοῶσι τὰς νοερὰς τάξεις, ὡς ἀμεταβάτους νοοῦσιν, οὕτως αἱ τῶν νοερῶν ἐνέργειαι, τὰ νοερὰ συνθήματα νοοῦσαι, ὡς ἄφθεγκτα νοοῦσιν ἐν ὑπάρξεσιν ὑφεστηκότα ἀγνώστοις.

Για την συγγραφή : Κεφάλας Ευστάθιος (Αμφικτύων)

Advertisements

One comment on “Τοῦ Ψελλοῦ ἐξήγησις τῶν Χαλδαϊκῶν ῥητῶν

  1. […] Ψελλοῦ :  ἐξήγησις τῶν Χαλδαϊκῶν ῥητῶν […]

    Μου αρέσει!

Τα σχόλια είναι απενεργοποιημένα.